THEODORET

(Hypothesis) Theodoret [PG 81:812A-816A (ed. Schulze); note that the catena text begins about halfway through the hypothesis as transmitted separately, and also includes explicit reference to Apollinaris and Polychronius in the first sentence rather than the generic "some" (cf. also Theodoret's comment on 1.1); note also that Schulze's ms A (Augsburg) begins the hypothesis at the same point as the catena, and shares other characteristics such as the mention of Apollinarius and Polychronius; "and a little later" appears in the middle of this material—a common phrase used to signal moving to a new extract, here fits contextually with what Thdt is doing, so not likely indicating that the compiler is excerpting from Thdt, but rather that Thdt is signalling his own move to the next Daniel extract he is using]:

ὁ μακάριος Ἰεζεκιὴλ προφήτης [so O A; οὗτος ὁ προφήτης Schulze] ἤρξατο τῆς προφητείας ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ Ἰεχονίου· αὕτη δὲ ἡ αἰχμαλωσία οὐ πρώτη γεγένηται, καθάπερ ἔδοξε Ἀπολιναρίῳ τε καὶ Πολυχρονίῳ [καθά τισιν ἔδοξεν Migne], ἀλλὰ τῆς μὲν Ἰερουσαλὴμ Τρίτη, τοῦ δὲ Ἰούδα τετάρτη, παντὸς δὲ τοῦ Ἰσραὴλ ἕκτη. πρῶτος μὲν γὰρ ὁ Θεγλαθφαλασὰρ [Θεγλαθφαλσὰρ O] δορυάλωτον [δοριάλωτον O] ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖστον· δεύτερος δὲ ὁ Σαλμανασὰρ [Σαλμανάσαρ O] τὴν Σαμάρειαν, καὶ τὰς περὶ αὐτὴν ἐξανδραποδίσας πόλεις ἀπῆλθεν· τρίτος δὲ ὁ Σεναχηρεὶμ [Σεναχερὶμ O] τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις, καὶ πολλοὺς μετῴκισεν [μετώκησεν O] αἰχμαλώτους· ἐπιστρατεῦσαι [ἐπιστρατεύσας O A] δὲ τοῖς Ἱεροσολύμοις μετὰ πολλῆς δυσσεβείας ἐπιχειρήσας, ἐκομίσατο τῆς βλασφημίας τὰ ἐπίχειρα [τὰ πιχειρα O], καὶ θεηλάτῳ πληγῇ τὴν στρατείαν [στρατίαν O στρατιάν A] ἀπολέσας μετ' ὀλίγων τὴν ἐνεγκοῦσαν κατέλαβε [-εν O].

μετὰ τοῦτον [τούτων O] τέταρτος [om O A] ὁ Ναβουχοδονόσορ, ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου βασιλεύσας, μετὰ πολλῆς στρατείας εἰς τὴν Ἰουδαίαν ἀφίκετο [ἀφείκετο O]· καὶ πολλὰ τάλαντα χρυσοῦ [χρυσίου O A] καὶ ἀργύρου [ἀργυρίου O A] λαβών, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολλούς, καὶ τῶν ἱερῶν σκευῶν ἔνια [αἴνια O], ἀνέζευξεν ἐκεῖθεν δασμὸν [δεσμὸν misprint in Migne (δασμὸν in Schulze's original edition)] ἐπιθεὶς τῷ βασιλεῖ [λαῷ O A]. χρόνου δὲ ὀλίγου διαδραμόντος, ὁ μὲν Ἰωακεὶμ τελέσαι τὸν συγκείμενον οὐκ ἠθέλησε φόρον· ὁ δὲ Ναβουχοδονόσορ τῷ ἑνδεκάτῳ [δεκάτῳ O] ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει τοῖς Ἱεροσολύμοις, καὶ τὸν μὲν Ἰωακεὶμ ἀναιρεῖ, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι ἐκέλευσε [κελεύει O A B], καὶ ἄταφον ἐπὶ πλεῖστον καταλείπει χρόνον· τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβών, καὶ τοῖς ὑπολειφθεῖσι [-ν O] χειροτονήσας [-ίσας O] βασιλέα Ἰωακείμ, τὸν καὶ [om O A] Ἰεχονίαν (υἱὸς δὲ οὗτος ἦν Ἰωακείμ [ἦν οὗτος τοῦ Ἐλιακείμ O A]), ἀπῆρεν [ἀπεῖρεν O] εἰς Βαβυλῶνα. τριῶν δὲ μηνῶν πρὸς ὀλίγαις ἡμέραις διελθόντων [om O B], στασιάσαντα τοῦτον μαθών, πάλιν ἀφικνεῖται· καὶ τοῦτον μὲν πεδήσας [παιδίσας O] μετὰ πλήθους οὐκ ὀλίγου δορυάλωτον [δοριάλωτον O] ἀπάγει, καθίστησι δὲ [μέντοι O A] βασιλέα τὸν τούτου μὲν θεῖον, τοῦ δὲ προτέρου [πρότερος O προτέρως A] Ἰωακεὶμ ἀδελφόν, Ἰωσίου δὲ υἱόν Μαθανίαν [Ματθανίαν O], τὸν καὶ Σεδεκίαν, ὅρκους παρ' αὐτοῦ λαβών, ὡς καὶ τὴν περὶ αὐτὸν εὔνοιαν ἔμφυτον [so O A; om Schulze] φυλάξει, καὶ τὸν δασμὸν κατὰ καιρὸν ἀποδώσει. ἀλλὰ καὶ τούτου πάλιν [om O A] παραβάντος τοὺς ὅρκους, καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε τὴν [om O A] εὔνοιαν φυλάξαντος, ἀλλ' Αἰγυπτίοις προσπεφευγότος [προσφυγόντος O (A om α. Α. π.)], πολλὴν ἀγείρας στρατείαν [ἐγείρας στρατιὰν O A] ἀφίκετο, καὶ αὔτανδρον τὴν πόλιν λαβών, τά τε βασίλεια καὶ τὸν θεῖον νεὼν καὶ πᾶσαν λαμπρὰν [om O A] ἐνέπρησεν οἰκίαν· τοὺς δὲ τὴν τοῦ λιμοῦ φθοράν καὶ τὴν πολεμικὴν διαφυγόντας σφαγήν, ἅπαντας αἰχμαλώτους ἀπήγαγεν· καὶ τὰ σκεύη δὲ ἅπαντα [σκεύη πάντα O], οὐ μόνον ὅσα ἐξ ὕλης ἀργύρου [ἀργυρίου O A] καὶ χρυσοῦ [χρυσίου O] ἐπεποίητο, ἀλλὰ καὶ τοὺς ἐκ χαλκοῦ κατεσκευασμένους κίονας, καὶ τὰ ἄλλα [τ' ἄλλα Schulze] πάντα μετεκόμισεν [μετεκόμησεν O] εἰς Βαβυλῶνα.

ἡ Ἰεχονίου τοίνυν αἰχμαλωσία οὐ πρώτη ἦν, ὥς τισιν ἔδοξεν, ἀλλὰ τῶν Ἱεροσολύμων τρίτη· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει, καὶ τῶν Παραλειπομένων ἡ βίβλος, καὶ ὁ θεῖος Δανιὴλ ὁ προφήτης· οὕτω [οὕτως O] γὰρ καὶ τῆς προφητείας ἄρχεται· ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος [om O Α] εἰς Ἰερουσαλήμ, καὶ ἐπολιόρκει αὐτήν, καὶ ἔδωκε κύριος ἐν τῇ [om O Α] χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ. καὶ μετ' ὀλίγα· καὶ εἶπε [εἶπεν O] φησὶν ὁ βασιλεὺς Ἀσφανὲζ [om O Α] τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας [+ καὶ O Α] τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. πρώτη τοίνυν τῶν Ἱεροσολύμων αἰχμαλωσία ἐν τῷ τρίτῳ ἔτει γεγένηται τῆς βασιλείας Ἰωακείμ· τοῦτο δὲ πρῶτον ἔτος τῆς τοῦ Ναβουχοδονόσορ βασιλείας. καὶ τοῦτο ὁ αὐτὸς ἡμᾶς διδάσκει προφήτης λέγων οὑτωσί [οὕτως O A]· ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας τοῦ [om O] Ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον. δευτέρα δὲ αἰχμαλωσία, ὡς ἔφην, γεγένηται ἐν [+ δὲ O] τῷ ἑνδεκάτῳ μὲν ἔτει τῆς τοῦ Ἰωακεὶμ βασιλείας, ὀγδόῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας· τρίτη δὲ ἐν τῷ πρώτῳ ἔτει τῆς Ἰεχονίου τοῦ Ἰωακεὶμ βασιλείας, ἐννάτῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας [τρίτη ... ἡγεμονίας om O A]. διδάσκει δὲ ἡμᾶς ταῦτα σαφῶς καὶ ὁ μακάριος Ἰερεμίας ὁ προφήτης, καὶ [om O] ῥᾴδιον τῷ βουλομένῳ τοὺς χρόνους συναγαγεῖν, καὶ ἐξ ἐκείνου τοῦ προφήτου σαφῶς ταῦτα καταμαθεῖν.

οὐκοῦν Ἰεζεκιὴλ τῆς προφητείας ἤρξατο ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ καὶ [om O] Ἰεχονίου· πέμπτον δὲ ἦν ἔτος καὶ τῆς Σεδεκίου βασιλείας ὃς ἀντὶ τοῦ Ἰεχονίου τῶν Ἰουδαίων ἐκεχειροτόνητο βασιλεύς. ἔτεσι δὲ δυοκαίδεκα πρότερος ὁ Δανιὴλ τῆς προφητείας ἤρξατο· κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, οὗτοι μὲν ἐν Βαβυλῶνι προεφήτευον· ἐν δὲ τῇ Ἰουδαίᾳ Ἰερεμίας καὶ Σοφονίας καὶ Οὐρίας ὁ Σαμαίου [Σαμέου O]. ἀλλὰ πάλιν κἀκεῖνοι πρεσβύτεροι οὐ μόνον τοῦ Ἰεζεκιήλ, ἀλλὰ καὶ τοῦ Δανιήλ· ἐν γὰρ τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας ἤρξατο τῆς προφητείας ὁ μακάριος Ἰερεμίας, καὶ ὁ [om O] Σοφονίας δὲ ἐπὶ Ἰωσίου τοῦ βασιλέως πεποιῆσθαι τὴν προφητείαν φησίν. Οὐρίας δὲ ὁ Σαμαίου [Σαμεὺς O B] ἐπὶ τοῦ προτέρου Ἰωακεὶμ προφητεύσας καὶ λυπηρὰ προαγορεύσας, τὴν ἄδικον ὑπέμεινεν ὑπὸ τῆς ἐκείνου μιαιφονίας σφαγήν. τῶν τοίνυν κατὰ τὸν τῆς αἰχμαλωσίας προφητευσάντων καιρόν [καιρῶν O], ἔσχατός ἐστι προφήτης ὁ θεῖος Ἰεζεκιήλ. Ἀγγαῖος δὲ καὶ Ζαχαρίας καὶ Μαλαχίας μετὰ τὴν ἐπάνοδον προεφήτευσαν [Ἀγγαῖος ... προεφήτευσαν om O]· ὁρᾷ δὲ οὗτος ὁ προφήτης θείας ἀποκαλύψεις δέους καὶ φρίκης μεστάς· προθεσπίζει δὲ οὐ μόνον τὴν [τῶν O + τῶν A] Ἰουδαίων πανωλεθρίαν [πανολεθρίαν O], ἀλλὰ καὶ τὴν [+ τῶν O] Τυρίων καὶ Σιδωνίων καὶ τῶν ἄλλων ἀλλοφύλων, Μωαβιτῶν τε καὶ Ἀμμανιτῶν καὶ Ἰδουμαίων καὶ πρὸς τούτοις Αἰγυπτίων. προλέγει δὲ καὶ τὴν τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἀπαλλαγήν καὶ τοῦ θείου νεὼ τὴν οἰκοδομίαν [οἰκοδομὴν O Α] καὶ ἄλλα μυρία, ἃ τῇ [τί O] κατὰ μέρος ἑρμηνείᾳ φυλάξομεν [φυλάξομεν ἑρμηνείᾳ· ἀλλὰ τούτων (τούτον ms) μὲν ἅλις O]· ἵνα μὴ τὴν ὑπόθεσιν εἰς μῆκος ἐκτείνωμεν [εἰς μῆκος ἐκτείνωμεν τὴν ὑπόθεσιν· ἀρξόμεθα δὲ τῆς κατὰ μέρος ἑρμηνείας O]. αὐτὸν τοίνυν [om O] τὸν τοῦ προφήτου θεὸν διὰ τοῦ προφήτου παρακαλέσαντες τοῦ [om παρακαλέσαντες τοῦ O] τῆς γνώσεως ἡμῖν μεταδοῦναι χαρίσματος [+ φέρε τῆς ἑρμηνείας ἁψώμεθα Schulze].