POLYCHRONIUS

(ιγ) δηλονότι ὁ λόγος αὐτῷ πρέπει πρὸς αὐτοὺς περιλειφθέντας τῶν τοῦ βασιλικοῦ γένους· οἳ καὶ τὴν κατ' αὐτῶν εἶχον ἡγεμονίαν τὸ τηνικαῦτα· οὐ γὰρ ἱερεῖς αὐτοῖς ἐχρημάτιζον, τότε τοῦ ναοῦ καθῃρημένου.

(ιδ) ἀντὶ τοῦ πρὸ τῆς προφητείας τέως τὸν ἔλεγχον ποιῆσαι· πρὸς πολλοὺς δέ, οὐ πρὸς ἕνα διαλέγεται· ἐπεὶ μηδὲ ἐσώζετο τῆς βασιλείας ἡ εὐταξία.

// (κα) Πολυχρόνιος δὲ ἱστορικῶς ταῦτα ἐκλαμβάνων, περὶ μονῆς τῆς ἐπανόδου εἰρῆσθαι ταῦτά φησι τῶν υἱῶν Ἰσραήλ, ποιμένα τὸν Ζοροβάβελ φάσκων, καὶ πᾶσαν ἀκολούθως τὴν ἑρμηνείαν τῇ ἐννοίᾳ ταύτῃ [ταῦτα Ο] παρατιθέμενος. //