POLYCHRONIUS

1.1 (α):

//[In a comment by Theodoret on 1.1, saying that "some thought" the 30th year here mentioned was the 30th of a Jubilee period, the compiler of the catena has added:] …ὧν εἰσὶν Ἀπολινάριός τε καὶ Πολυχρόνιος.//

1.1 (β):

οὐχ ἁπλῶς ἐπεσημήνατο τὸν τόπον, ἀλλὰ δείκνυσι τὴν κατάστασιν τῶν ἐπὶ τῆς αἰχμαλωσίας τυγχανόντων· ὡς μὲν γὰρ ἐπιχώριοι, οὐ συνανεμίγνυντο τοῖς Ἑβραίοις, ἐπείπερ καὶ ὡς πρὸς οἰκέτας ἀπηξίουν τὴν πρὸς τούτους συνουσίαν.

1.1 (δ):

οἷόν ἐστι τὸ τοῦ Δανιήλ, ἐν οἷς εἶδε τὰ θηρία· οὐ τῆς φύσεως τοῦτο ἐπιδεχομένης, τῆς δὲ ὄψεως πάντα ὡς ἀληθῆ δεικνυούσης· τὸν ὅμοιον τρόπον κᾀνταῦθα ἐπὶ τῆς ὀπτασίας, ὁμοῦ τε βλέπει τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὴν νεφέλην κατιοῦσαν, καὶ πάλιν ἀπὸ τοῦ βορείου μέρους ἀρχομένην.

1.3 (ζ):

ἀπὸ τῆς πατρωνυμίας, καὶ τῆς ἀξίας τοῦ ἱερέως ἐχαρακτήριζε τὸ πρόσωπον· τὸ δὲ καὶ ἐγένετο λόγος κυρίου, ἀντὶ τοῦ περιέχει οὐκ ὀπτασίας μόνον τὸ βιβλίον, ἀλλὰ καὶ ἐλέγχους τοῦ προφήτου, οὓς οὐκ ἀπὸ τῆς οἰκείας αὐθεντίας ἐποιήσατο, ἀλλ' ἐκ θείου προστάγματος.

[Continues with material attested as Theodoret's.]

1.4 (ιγ):

δεικνὺς τῷ προφήτῃ διὰ τῆς ὀπτασίας τὴν κατὰ πάντων πρόνοιαν, καὶ ὡς οὐ τῷ ναῷ περιγράφεται· ἡ τοίνυν νεφέλη ὥσπερ σχῆμά τι φαίνεται τῆς θείας φύσεως· τὸ δὲ πνεῦμα οἱοινεὶ δορυφόρων τάξιν ἐπέχει· τὸ δὲ φέγγος τὸ κύκλῳ, τὴν τοῦ θεοῦ παρουσίαν διδάσκει· τὸ δὲ αὖθις ἐπαγόμενον πῦρ ἐξαστράπτον, πρὸς κατάπληξιν δέδεικταί τε καὶ εἴρηται.

1.4 (ιδ):

ἵνα τὸ ἀξιόπιστον μηνύσῃ τῆς φύσεως, φωτός τινος ἀπροσίτου κυκλοῦντος τὸν θεόν, καὶ φῶς αὐτὸν ὄντα νοήσωμεν.

1.4 (ις):

κἀνταῦθα τὸ μὲν πῦρ καὶ τὸ φέγγος μηνύει τοῦ θεοῦ τὴν παρουσίαν· τὸ δὲ ἤλεκτρον οἱονεὶ τὴν αὐτοῦ ἐνέργειαν. καὶ μετ' ὀλίγα· δεικνὺς ὅτι θεὸς καὶ πάντα περιέχει, καὶ ἐντός ἐστι πάντων, οὐ κατά τινα περιγραφήν, ἀλλὰ κατὰ ἀσώματον δύναμιν.

1.4 (ιζ):

σαφέστερον δὲ ὁ Ἑβραῖος λέγει· φησὶ γάρ· ἐν μέσῳ αὐτοῦ ὡς ὅρασις ἴριδος· καὶ αὕτη διειδὴς ἦν ἐν μέσῳ αὐτῶν· ἀντὶ τοῦ ἠλέκτρου ἴριν σημάνας· ἵνα εἴπῃ τὸ, ὁ θεὸς φῶς ὢν περιεῖχέ τε τὴν νεφέλην, ἐν ᾗπερ ἐγνωρίζετο καὶ ἐνείγη ἐν αὐτῇ.

1.5 (ιθ):

αὐτοῦ τοῦ θεοῦ σαφῶς λέγοντος· ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν [+ ἐν Mai] χερσὶν προφητῶν ὡμοιώθην· οὕτω κἀπὶ τῆς παρούσης ὀπτασίας οὐ παράδοξόν τινα φύσιν ἐστὶν νοῆσαι ἐξ ἁπάντων τῶν ἐπὶ γῆς ζώων συγκειμένην, ἀλλ' ἐνέργειαν θείαν πρὸς παιδαγωγίαν τῶν ἀνοήτων.

[Quotation of Hos. 12.11 serves a number of interpreters (e.g., Irenaeus, John Chrysostom, Theodoret) to justify the use of (diverse) images to give some sense of the divine nature while preserving divine incomprehensibility. Especially note Theodoret's discussion ad loc. (without the quotation), and on Isaiah 6.1 and Daniel 7.9-10 (with the quotation).]

1.9 (κς):

τουτέστιν ἀμετάβλητον τὴν ἐπὶ λειτουργίᾳ γνώμην ἐκέκτηντο, πάσῃ δυνάμει τὸ προσταττόμενον τελοῦντες.

1.9 (κζ):

τουτέστιν συμφώνῳ τῇ γνώμῃ ἐτέλουν ἅπαντα.

1.14 (??) (μγ):

μεγάλαι γὰρ αἱ τοῦ θεοῦ δυνάμεις καὶ ὑψηλαὶ καὶ φοβεραί.

[1.19] (μζ):

ὅπερ ἐμήνυε τοῦ χρόνου τὴν περίοδον, καὶ τῶν ἐνιαυτῶν τοὺς κύκλους· ἵνα μὴ τῇ τῶν ἀγγέλων ἐξουσίᾳ ἐπιγράψωμεν τῶν φαινομένων τὴν διοίκησιν, ἐξηγησάμενος κατὰ ἀκρίβειαν τὰ προλαβόντα ἤρτησεν τῆς γνώμης τοῦ καθημένου τὸ πᾶν· ἵνα μάθωμεν ὅτι ὥσπερ τινὶ βασιλεῖ δορυφόροι, οὕτως ἄγγελοι ὑπακούοντες τὰ προσταττόμενα ποιοῦσιν.

1.19 (μη):

ἵνα εἴπῃ κατὰ τὴν τῶν ἀγγέλων ἐπιστασίαν ἅπαντα ἐνεργεῖται ἐπὶ τῆς γῆς.

[1.20-21 (?)] (να):

βούλεται γὰρ δεῖξαι ἐνταῦθα τὴν ἐν τῇ κτίσει εὐταξίαν.

1.23 (νγ [νβ O]) ?

[See Theodoret.]

1.24 (νη) ?

[See Theodoret.]

1.25 (ξ) Theodoret [probably Polychronius]:

ἀντὶ τοῦ ἔπραττον δὲ ταῦτα κατὰ τὸ πρόσταγμα τοῦ ἐπικαθημένου.

[The content and form of this and a number of subsequent comments attributed to Theodoret in O but not extant in Theodoret's commentary indicate that they should probably be attributed to Polychronius.]

1.26 (ξα) τοῦ αὐτοῦ (Theodoret) [probably Polychronius]:

ὥστε φαίνεσθαι ὅτι ἐστὶ θεός, καὶ ὑπὲρ πάντα τὰ φαινόμενα· αἱ γὰρ ἀόρατοι δυνάμεις, ἅτε ἐν χρόνῳ γενόμεναι, ἐν τόπῳ μὲν τυγχάνουσι καὶ ἐντός εἰσιν οὐρανοῦ καὶ γῆς, ἐπαναπαύεται δὲ αὐταῖς ὁ θεὸς ὡς ἁγίαις καὶ μετ' εὐνοίας ἐκπληρούσαις τὴν λειτουργίαν.

1.26 (ξβ) τοῦ αὐτοῦ (Theodoret) [probably Polychronius]:

ἵνα τῷ τιμίῳ τῆς ὕλης τὸ ἀξιόπιστον παραστήσῃ.

[Cf. "allos."]

1.26 (ξγ) τοῦ αὐτοῦ (Theodoret) [probably Polychronius]:

οὐχ ἁπλῶς ἔφη θρόνον ἑωρακέναι, ἀλλὰ τοῦ στερεώματος ἐπάνω, καὶ οὐχ ἁπλῶς αὐτὸν εἶδεν, ἀλλ' ἐπὶ θρόνου ἵνα τὴν βασιλικὴν ἀξίαν σημάνῃ.

[Cf. "allos."]

1.27 (ξε) τοῦ αὐτοῦ (Theodoret) [probably Polychronius]:

ἀντὶ τοῦ θρόνου· ἐπειδὴ γὰρ εἶδεν αὐτὸν καθήμενον βούλεται εἰπεῖν ὅτι ἐνατενίσας τῇ θείᾳ χάριτι ἑώρων τὸν ἐπικαθήμενον, ὃν ἐδόκουν βλέπειν τρόπον τινὰ ἢ ὡς ἤλεκτρον ἢ ὡς πῦρ· ἔοικε γὰρ ἀπορεῖν πρὸς τὴν διήγησιν· τὸ μὲν οὖν διάφορον τῶν ὑλῶν καὶ τὸ ἐξηλλαγμένον τῆς ὄψεως δείκνυσιν· ὥστε τὸ ἀνέφικτον τῆς φύσεως ἡμᾶς νοῆσαι· οὐ γὰρ οἷόν τέ ἐστιν ἤλεκτρον καὶ πῦρ κατὰ ταὐτὸν συνελθεῖν, ἀλλὰ τὸ μὲν ἔλαβεν διὰ φόβον τῶν ὁρώντων, τὸ δὲ διὰ τὴν ἀξιοπιστίαν τοῦ φαινομένου.

[Cf. "allos"; also the 2nd ξδ comment attributed to Theodoret.]