POLYCHRONIUS

(Hypothesis) [Cf. Mai (1854); Hoeschel (1602); tr. Bardenhewer (1897)]:

ἦσαν δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ ψευδοπροφῆται, ἀπατῶντες τὸν λαόν, οὐκ ἐν τῇ Ἰουδαίᾳ μόνον ἀλλὰ καὶ ἐν Βαβυλῶνι. ὁ δὲ λαὸς ῥέπων ἐπὶ τὴν ἀσέβειαν, μᾶλλον ἐπαιδοτριβεῖτο [ἐπαιδοτρίβετο Mai ἐπαιδοτριβήτω O] τῇ τῶν ψευδοπροφητῶν ἀπάτῃ, καὶ παντελῶς ἐνόμιζον ψευδῆ τὰ παρὰ τῶν προφητῶν λεγόμενα. ἦσαν οὖν οὐ μόνον ἐπὶ τῆς Ἰουδαίας οἱ διαστρέφειν τὸν λαὸν βουλόμενοι—ἢ [corr to ἦ ? (Hoeschel, rightly)] γὰρ ἂν ἤρκεσεν Ἱερεμίας πρὸς τὴν τούτων παραίνεσιν—ἀλλὰ καὶ ἐν Βαβυλῶνι ἦσαν ψευδοπροφῆται ταὐτὰ [ταῦτα Mai O Hoeschel] λέγοντες τοῖς ἐν τῇ γῇ τῆς ἐπαγγελίας, πρὸς οὓς ἀνθιστάμενος εἰσηγεῖτο [εἰσιγεῖτο O] τοῖς ἐν Βαβυλῶνι καὶ ὁ Ἰεζεκιὴλ τὰ προσήκοντα. ἐπειδὴ γὰρ δι' ἀλλήλων οἵ τε τὴν Ἰουδαίαν οἰκοῦντες οἵ τε εἰς ἀποικίαν ἀπελθόντες πρὸς κακίαν ἐτρέφοντο [ἐστρέφοντο Mai], ἀναγκαίως ἐν ἑκατέρᾳ γῇ ἀνεδείχθησαν [ἐδείχθησαν Mai] προφῆται, τῶν τε ἀπόντων ἐλέγχοντες τὴν κακίαν καὶ τὸ πλῆθος εἰς εὐσέβειαν χειραγωγοῦντες· οὔτε [οὖτε Mai] γὰρ ἐν τῇ ἀποικίᾳ ἠγνόουν τὰ ὑπὸ Ἱερεμίου λεγόμενα, καὶ οἱ ἐπὶ Ἰουδαίας ἠπίσταντο τὰ ὑπὸ Ἰεζεκιὴλ χρηματιζόμενα· οὕτω γοῦν φαίνονται καὶ δι' ἐπιστολῶν ἀλλήλοις ὁμιλοῦντες· λέγει γοῦν Ἱερεμίας· οὗτοι οἱ λόγοι τῆς βίβλου, ἧς ἀπέστειλεν [ἀπέστειλε Mai] Ἱερεμίας ὁ προφήτης ἐξ Ἰερουσαλὴμ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας καὶ πρὸς πάντα τὸν λαὸν, ἐπιστολὴν εἰς Βαβυλῶνα [Jer. 36.1 LXX].

διδάσκει δὲ ὁ αὐτὸς προφήτης ὅτι Σεμείας [Σεμίας O] ὁ Ἐλαμίτης [Ἐλαμήτης O] ἀπὸ τῆς Βαβυλῶνος γράφει [γράφη O] τοῖς ἐν τῇ Ἰουδαίᾳ, τῷ μὲν λαῷ ἄδειαν τῶν ἀπειλουμένων μηνύων, τῷ δὲ Σοφονίᾳ μεμφόμενος ὅτι μὴ τὴν ἱερέως τάξιν ἔχων δεσμοτηρίῳ καθεῖρξεν Ἱερεμίαν ἅλωσιν ἀπειλοῦντα τῷ πλήθει. ἐν τοιαύτῃ δὲ καιρῶν δυσχερείᾳ [so Hoeschel; δυσχερίᾳ Mai δυσχερίαν O] γεγονὼς ὁ μακάριος Ἰεζεκιήλ, ἐξηλλαγμένως [ἐξηλαγμένος O ἐξηλεγμένος Mai] σχεδόν, καὶ τῷ εἴδει τῆς προφητείας χρῆται. οἱ μὲν γὰρ λοιποὶ προφῆται διὰ λόγων μόνον φαίνονται τὴν πρόρρησιν τῆς ἁλώσεως ποιούμενοι, πλὴν εἰ μή που κατὰ τὸ σπάνιον τοῖς ἄλλοις τρόποις τῆς προφητείας ἐχρήσαντο· ὁ δὲ Ἰεζεκιὴλ οὐ παραπλησίως· οἷον Ἡσαΐας, ὁ Ὠσηέ, ὁ Ἀβδιοῦ, καὶ ὅσοι κατ' ἐκείνους ἐγένοντο τοὺς χρόνους ἀπειλοῦντες μόνον καὶ παραινοῦντες προύλεγον [προύλεγων O] τὰ δεινά [δεινά O]. ὁ οὖν Ἰεζεκιὴλ τὰ πολλὰ τύπῳ [τύπα (?) O] καὶ πάθει [πα + θ super O] τὴν πρόρρησιν ποιεῖται· τύπῳ μὲν γάρ ἐστι προφητεία τὸ ἐπὶ τῆς πλίνθου διαγράψαι πόλιν καὶ δοῦναι περιοχήν, καὶ σχηματίσαι προμαχῶνας, καὶ περιβαλεῖν χάρακα, καὶ δεῖξαι παρεμβολάς· πάθει δὲ τὸ ἐπὶ τοῦ πλευροῦ κοιμηθῆναι ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας, καὶ κρίθας καὶ κύαμον [κοίαμον O] καὶ φακὸν καὶ κέγχρον καὶ ὀλύραν ἀρτοποιεῖσθαι, καὶ μὴν καὶ βολβίτοις κόπρου ἄρτον κατασκευάσαι. τοῦ αὐτοῦ εἴδους καὶ τὸ ξύρασθαι τὴν κεφαλήν, καὶ τῶν τριχῶν τὰς μὲν κατακαῦσαι πυρί, τὰς δὲ κατατεμεῖν [κατατεμην O] μαχαίρᾳ, τὰς δὲ ἐκδοῦναι τῇ τοῦ ἀνέμου φορᾷ· εἰ καὶ μικτόν πως εἶναι δοκεῖ· πάθους δὲ ἔστι καὶ τὴν γυναῖκα ἀποβαλεῖν, καὶ μὴν καὶ τὸ κρείττονα προσταχθῆναι τὸν λογισμὸν δεῖξαι τῆς συμφορᾶς, καὶ μήτε δακρύσαι, μήτε τὶ τῶν νενομισμένων πληρῶσαι, καὶ ὅσα τοιαῦτα· ἐπειδὴ γὰρ ἐκ τοῦ τρόπου [ἐκτὸς τρόπου O Mai ἐκ παντὸς τρόπου Hoeschel] σωφρονίσαι [so Hoeschel; σωφρονῆσαι O Mai] θεὸς τὸν λαὸν ἠβούλετο, τοῖς πάθεσι τῶν προφητῶν ἐπιστοῦτο τοὺς λόγους. χρόνοις [χρόνου Mai] μὲν γὰρ ὕστερον ἐσομένων, ἤρκει καὶ ὁ λόγος· ἐνεστώτων δὲ τῶν κακῶν, καὶ τῶν ἀκουσάντων προβυσάντων τῇ ἀσεβείᾳ τὰ ὦτα, ἀναγκαῖος οὗτος τῆς διδασκαλίας ὁ τρόπος, ἀναμφισβήτητον παρέχων τῶν προλεγομένων τὴν ἀλήθειαν.