OTHERS

1.1 (α) Origen [= 1.1(a) + 1.1(b): two comments separated by end-of-comment marker]:

Ὁ Ἰεζεκιὴλ τύπον φέρει τοῦ Χριστοῦ κατὰ πολλὰ καὶ ἄρξῃ θεωρεῖν τοῦτο ἐν τοῖς προοιμίοις τῆς προφητείας :- Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, κἀγὼ, φησὶν, ἤμην ἐν μέσῳ αἰχμαλωσίας ἐπὶ ποταμοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί. Ταῦτα καὶ περὶ τοῦ Χριστοῦ γέγραπται, ὅτε ἦν ἐν τῷ κόσμῳ τούτῳ, ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ ἐπὶ τοῦ Ἰορδάνου, ὅτι Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, καὶ ὅτι ἠνοίχθησαν αὐτῷ οἱ οὐρανοί. Τὰ δὲ τριάκοντα ἔτη τὰ ἐν τῇ προφητείᾳ κατὰ τὸ αἰσθητόν ἐστιν ὁ χρόνος τῆς ζωῆς τοῦ προφήτου, τῆς δὲ αἰχμαλωσίας ἀφ’ οὗ κατῆλθον, πέμπτον ἔτος. Ἀλλὰ μὴν κατὰ τὴν προσηγορίαν καὶ σύμβολον ἔχει τοῦ Χριστοῦ Ἰεζεκιὴλ, ὃς ἑρμηνεύεται "κράτος Θεοῦ." Καὶ τὸ "υἱὲ ἀνθρώπου" λακὸν εἰς ἀναγωγὴν τοῦ χρηματίσαντος υἱοῦ ἀνθρώπου.

1.1 (β) Origen [= 1.1(c)]:

Ὁ μὲν νοῦς ἐστιν ὃν ἔχει τὸ ῥητόν· αὐτὸ δὲ ψιλῶς οὐ· οἱονεί φησιν· Ἐγὼ, ὁ μηδὲν αἰχμαλωσίας ἔχων, ἐν μέσῳ αἰχμαλωσίας ἤμην δι’ οἰκονομίαν. Οὕτω καὶ ὁ Χριστὸς οὐκ αἰχμαλωτισθεὶς ἦν ἐν τῷ τόπῳ τῶν αἰχμαλώτων, ἀλλὰ λυτρώσεως αὐτῶν χάριν· ὡς καὶ ὁ προφήτης οὐ δι’ ἁμαρτίας ἦν ἐν μέσῳ τῆς αἰχμαλωσίας, ἀλλ’ ἰατρείας.

1.1 (β) τοῦ αὐτοῦ (Origen) [= 1 general pt. 1]:

Οὐ πάντες οἱ ἐν αἰχμαλωσίᾳ ἀπαχθέντες εἰς Βαβυλῶνα διὰ τοῦ Ναβουχοδονόσορ, δι' ἁμαρτίας εἰς Βαβυλῶνα ἦλθον. Τὸ μὲν πλῆθος τοῦ λαοῦ δι' ἁμαρτίας, οἱ δὲ ἐν αὐτοῖς δίκαιοι οὔ, οἷον Δανιήλ, Ἀνανίας, Ἀζαρίας, Μισαήλ, Ἰεζεκιὴλ οὗτος, Ζαχαρίας, Ἀγγαῖος καὶ οἱ ὅμοιοι.

1.1 (β) τοῦ αὐτοῦ (Origen) [= 1 general pt. 2]:

Ἀγαθὸς ὢν ὁ Θεὸς καὶ κολάζων τοὺς ἁμαρτωλοὺς καὶ εἰς αἰχμαλωσίαν παραδιδοὺς τοὺς μὴ δυναμένους εἶναι ἐν τῇ ἁγίᾳ γῇ διὰ τὰς ἁμαρτίας – ἀσυνύπαρκτα γὰρ τἀναντία –, προφήτας ὁμοῦ πέμπει, μὴ τελέως ἀβοήθητοι γένωνται οἱ ἁμαρτωλοὶ αἰχμάλωτοι γενόμενοι. Τῇ γὰρ ὑποθέσει τῆς ἁμαρτίας τῶν ἁμαρτωλῶν ἀπαχθέντων εἰς Βαβυλῶνα καὶ δικαίων μὴ γενομένων παρ' αὐτοῖς θεραπεία οὐδεμία τοῖς ἁμαρτωλοῖς ἐγίνετο. Ἀφάτου οὖν ἀγαθότητος τοῦτο. Οὐ γὰρ ἀκράτῳ ἐγκαταλείψει παραδίδωσι τοὺς ἁμαρτωλούς, ἀλλ' ἐπισκέπτεται αὐτοὺς διὰ τῶν ἁγίων αὐτοῦ, περὶ ὧν εἶπεν, ὅτι ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου, καὶ τὸ ἅλας τῆς γῆς, οὐ μόνον περὶ τῶν Ἀποστόλων, ἀλλὰ καὶ περὶ τῶν ὁμοίων αὐτοῖς.

1.1 (γ) Apollinaris [Mai 82]:

παρ' ὕδωρ ποτάμιον ὁρᾷ [ἐνορᾷ Mai] καὶ Ἰεζεκιὴλ καὶ Δανιὴλ ὀπτάσιας οὐ μάτην, ἐπεὶ καὶ ὕδατι τὸ πνεῦμα τὸ ἅγιον ἀπεικάζεται.

1.1 (ε) Origen [= 1.1(d)]:

Ὁ Θεὸς τὴν ἀόρατον καὶ νοητὴν φύσιν ἐν τῇ ὁρατῇ καὶ αἰσθητῇ φύσει ἐζωγράφησεν, ἵν’ οἱ ὑπὸ αἴσθησιν γυμνασθῶσιν ἐν αὐτῇ εἰς θεωρίαν τῆς νοητῆς.

1.2 (ς) τοῦ αὐτοῦ (Origen) [= 1.3(a) pt. 1]:

Λόγος ὁ ἐν ἀρχῇ, Θεοῦ Λόγος. Ἐγὼ εἶπον· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Τὸ Πνεῦμα λέγει θεοὺς πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, ὁ Θεὸς Λόγος· οὗτος γὰρ θεοποιός ἐστι.

1.2 (η) Origen [= 1.3(b)]:

Ἐν γῇ Χαλδαίων. Χαλδαῖος ἑρμηνεύεται πᾶς πόνος. Οὗτοι δέ εἰσιν ἀστρολόγοι τὴν εἱμαρμένην λέγοντες, καὶ ὅλως τοῖς αἰσθητοῖς προσηλωμένοι, καὶ ἐν αὐτοῖς διαπονούμενοι, θεοποιοῦντες αὐτά· Γῆ ἐστι Χαλδαίων ὁ τόπος καὶ ἡ ἕξις ἡ χειρίστη. Ναὶ μὴν καὶ τῶν ἐν ἀσεβείᾳ ὑπερηφανῶν ἔχουσι σύμβολον οἱ Χαλδαῖοι.

1.3 (ι) Origen [= 1.3(a) pt. 2]:

Καὶ λόγος καὶ χεὶρ γίνεται πρὸς τὸν προφήτην, τουτέστι πρᾶξις καὶ θεωρία, ἵνα λόγῳ καὶ ἔργῳ ἔχῃ ὑπόστασιν ἡ προφητεία κοσμουμένη.

1.4 (ια) Origen [= 1.4(a)]:

Πνεῦμα ἐξαῖρόν ἐστιν ὁ Θεός· πνεῦμα γὰρ ὁ Θεὸς, ἐξαῖρον δὲ τὴν κακίαν.

1.4 (ιβ) τοῦ αὐτου (Origen) [= 1.4(b)]:

Βορέας τροπικῶς λέγεται ἡ ἀντικειμένη δύναμις. Ἀπὸ βορρᾶ οὖν ἔρχεται τὸ ἐξαῖρον πνεῦμα· οὐχ ὅτι ἐκεῖθέν ἐστιν, ἀλλ' ὅτι ἀνακάμπτον μετὰ τὸ ἐξάραι. Ἔχει λόγον τό· ἤρχετο. Καὶ γὰρ ἐξῆρεν ἡ κατὰ βορρᾶν παρεμβολὴ τοῦ Δὰν, εἰ καὶ ἐσχάτως, καὶ ἠκολούθησεν τῇ κιβωτῷ τοῦ θεοῦ εἰς τὴν κατάπαυσιν.

1.4 (ιγ) Origen [= 1.4(c)]:

Αὐτὴ ἡ νεφέλη ἡ δικαιοσύνη, τὸ ἀγαθὸν τὸ ἐκ τοῦ Θεοῦ διῆκον εἰς ἡμᾶς, ἀφ’ οὗ φωτιζόμεθα τὴν γνῶσιν τῆς ἀληθείας. Καὶ φέγγος γὰρ καὶ κύκλῳ αὐτοῦ.

1.4 (ιγ) τοῦ αὐτοῦ (Origen) [= 1.4(d)]:

Νεφέλη μεγάλη ἐν τῷ ἐξαίροντι πνεύματι. Ὅταν ὠφεληθῇς ἐκ τοῦ ἐξαίροντος πνεύματος, ὃ ἐξῆρεν ἀπὸ σοῦ πᾶν φαῦλον τὸ ἐνυπάρχον τῇ ψυχῇ σοῦ, τότε ἀπολαύσεις τῆς νεφέλης τῆς ἐνυπαρχούσης ἐν τῷ ἐξαίροντι πνεύματι. Καὶ ἔστιν αὕτη ἡ νεφέλη συγγενὴς τῆς ἐν τῷ εὐαγγελίῳ νεφέλης, ἀφ' ἧς ἦλθε φωνὴ λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός. Πνεῦμα οὖν ἐξαῖρον, εἶτα νεφέλη μεγάλη ἐν αὐτῷ, εἶτά τι λαμπρὸν φέγγος κύκλῳ αὐτοῦ. Ἦρταί σου τὸ φαῦλον, δέδοταί σοι νεφέλη, ὥστε βρέξαι ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα.

1.4 (ιε) Origen [= 1.4(e)]:

Πῦρ ἐξαστράπτον καὶ ἐν μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου. Διχῶς ἐξαίρει τὰ φαῦλα ἀφ' ἡμῶν ὁ Θεός, πνεύματι καὶ πυρί. Ἐὰν καλοὶ καὶ ἀγαθοὶ γενώμεθα καὶ λόγῳ παιδευώμεθα, πνεύματι τὰ φαῦλα ἐξαίρεται κατὰ τὸ γεγραμμένον· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Εἰ δὲ τὸ πνεῦμα οὐκ ἐξῆρε τὰ φαῦλα ἀπ' ἐμοῦ, χρεία, οἶμαι, τοῦ πυρός. Ὅσοι οὖν πνεύματι οὐκ ἐκαθαρίσθησαν, πυρὶ καθαρισθήσονται, δηλονότι τοῦ αὐτοῦ πνεύματος· αὐτὸς γὰρ, φησὶ, βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Ὅρα δὲ καὶ τὰς δύο σύζυγας ταύτας, ἑκάστην ἐν τρίσι πράγμασιν. Ἐν τῇ προκειμένῃ ὀπτασία πνεῦμα, νεφέλη, φέγγος. Τοῦτο σήμερον. Καὶ πῦρ, καὶ ἐν μέσῳ τούτου ἤλεκτρον, εἶτα φέγγος· Τοῦτο αὔριον.

1.4 (ις) Apollinaris [Mai 82]:

φωτεινὰ γὰρ τὰ τοῦ θεοῦ κρίματα· κἂν ἢ τοῖς πάσχουσιν ἐνίοτε σκυθρωπά. τὰ γὰρ ἔνδοθεν τῶν φοβερῶν καῖ κολαστικῶν φαιδρὰ καὶ τερπνά· χρηστότης δὲ αὕτη καὶ σωτήριος τοῦ παντὸς πρόνοια, συμφερόντως καὶ τὰς έπιτιμήσεις ἐκπέμπουσα.

1.5 (κ) Theodoret and Apollinarius [PG 81:824D-825A +: The non-Theodoret material (sandwiched between two Theodoret comments) I provisionally assign to Apollinaris, in accordance with the compiler's composite attribution, although the content is quite compatible with Theodoret; the final words here seem to indicate the compiler is truncating a pre-existing text]:

καὶ προτίθησι μὲν τὴν ἀνθρωπίνην τὴν ἔχουσαν τὸ κατ' εἰκόνα θ(εο)ῦ· καὶ ταύτη μάλιστα χαρακτηρίζει τὰς θείας δυνάμεις· ὅτι καί εἰσι θ(εο)ῦ εἰκόνες· ἐπάγει καὶ ἀλόγων ὁμοίωσιν ζώων· ἃς εἶδεν· οὐδὲ ταύτας φυσικὰς· ἀλλὰ τὴν φυσικὴν οἰκειότητα διὰ τοῦ εἰκάσματος ἐνδεικνυμένας· καὶ πάλιν τετραπρόσωπα τὰ ζῶα καὶ τετραπτέρυγα [cf. Thdt.]· οὐχ ὡς τὰ σεραφὶμ· ἑξαπτερυγα φαίνεται· οὐ γὰρ πτέρυγες ἀληθείας (?)· ἀλλὰ πρὸς τὴν ἔνδειξιν τῶν πραγμάτων ὁρῶντας ... (?) δὲ ἔχρην ἐκεῖ φανῆναι· πρὸς ἀπόκρυσιν [ἀπόκρυψιν ?] τοῦ προσώπου δύο· καὶ τῶν ποδῶν δύο· καὶ δύο πρὸς πτῆσιν τῶν ζώων: καὶ μετ' ὀλίγα·

1.7 (κα) Cyril [PG 70:1457C]:

ἐστήκασι γὰρ ἀεί πως αἱ νοεραὶ καὶ ἄνω δυνάμεις, οὐκ ὀκλάζουσαι πρὸς τὰ αἰσχίω, ἀλλὰ τὴν ὀρθὴν καὶ ἀμώμητον τῆς αὐταῖς πρεπούσης διᾴττουσιν [so Mai; διττοῦσι O] τρίβον.

[The wording is attested for Cyril; cf. the "straight and unsullied path" in De ador. et cult. in spir. et ver. (PG 68:1041), and Cyril's comments on Hos. 11.5-6 (1: 232 Pusey), also using the verb διαΐσσω.]

1.7 (κα) Apollinaris [Mai 82]:

ἀκαμπὴς ἡ στάσις καὶ μετέωρος οὐκ ἐπίγειος καὶ βοὸς ἡ χηλη γεηπόνου καὶ ἡμέρου ζώου διὰ τὴν περὶ ἀνθρώπους καὶ περὶ γῆν ἐνέργειαν ἀγαθουργόν.

1.7 (κγ) Apollinaris [Mai 82]:

φαιδρὰ γὰρ τὰ οὐράνια καὶ ἀσκότιστα.

1.8 (κδ) τοῦ αὐτοῦ (Apollinaris) [Mai 82]:

καὶ ἐν τούτῳ πάλιν τὸ λόγικον τῶν δυνάμεων.

1.8 (κε) Apollinaris [NOT IN MAI]:

οὐδεμία γὰρ διακοπὴ τῆς θείας φορᾶς ἐν αὐταῖς, ἀλλ' ὅλαι δι' ὅλων εἰσὶν ἑξηρμέναι πρὸς ὕψος ἄχρι τοῦ καὶ πόδας αὐτῶν ἐπιπτερῶσθαι.

1.9 (κζ) Severus ἀπὸ λόγου ϟ' [Mai 737]:

καὶ ὀφθαλμοῖς πολλοῖς ὅλα καὶ οὐκ ἐξ ἡμίσεως καθάπερ ἄστροις φανωτάτοις περιηνθισμένα, καὶ τοῦτο τὸ ἐγρηγορέναι καὶ πεφωτίσθαι δεικνύοντα.

1.10 (κη) Origen [= 1.10 pt. 1]:

ἔστιν ἰδεῖν ἐν ἑκάστῳ ζώῳ τὴν ψυχήν, ἐν ἑκάστῳ δὲ προσώπῳ τὰς δυνάμεις αὐτῆς, τὸ λογιστικὸν ἐν τῷ ἀνθρώπῳ, τὸ θυμικὸν ἐν τῷ λέοντι, τὸ ἐπιθυμητικὸν ἐν τῷ μόσχῳ, ἐν δὲ τῷ ἀετῷ τὴν βοηθοῦσαν δύναμιν. Ὅθεν οὔτε ἐκ δεξιῶν ταῦτα εἶπεν οὔτε ἐξ ἀριστερῶν, ἀλλὰ δηλονότι τῶν τριῶν ἀνωτέρω. Τοῦτο δέ ἐστιν, ὡς φαίνεται, τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, τὸ βοηθοῦν τῇ ψυχῇ. Καὶ τοῦτο οὕτως νοούμενον οὐκ ἀσφαλὲς, ἕτερον δὲ λέγω παρὰ τὸ ἡγεμονικὸν τοῦτο εἶναι πνεῦμα [ἕτερον δὲ τοῦτο τὸ "πνεῦμα" μὴ λεγέσθω εἶναι παρὰ τὸ ἡγεμονικόν Delarue].

1.10 (κη) Severus ἀπὸ λόγου ϟ' [Mai 737]:

πλείοσι προσώποις ὑπογραφόμενα, καὶ διὰ τούτων ἐμφαίνοντα τῆς θεωρίας τὸ πλούσιον.

1.10 (κη) Apollinaris [Mai 82]:

μονονουχὶ λέγων· νόει ἐν τοῖς ῥηθεῖσιν, μὴ τὰς οὐρανίους μόνον δυνάμεις, ἀλλὰ καὶ τὰ ὁρώμενα ἅπαντα· ἐπεὶ καὶ εἷς τῶν ἁπάντων δημιουργός· διὰ γὰρ τοῦτο καὶ ἐν τύποις τῶν ὁρωμένων φαίνονται, οὐχ ὥστε ἡμᾶς τερατόμορφά τινα νοῆσαι τὰς ἀγγελικὰς φύσεις, ἀλλ' ὤστε τήν τε πρὸς ἡμᾶς συμφωνίαν μαθεῖν τῶν ἀοράτων δυνάμεων, καὶ τὴν κατὰ πάντων τοῦ θεοῦ δεσποτείαν· αὐτίκα οὐκ ἀλόγων μόνον μορφὰς ὁρᾷ, ἀλλὰ καὶ ἀνθρώπων, καὶ ταύτας οὐ διῃρημένας ἀλλὰ συνημμένας· εἰ γὰρ καὶ πολὺ τὸ διάφορον ἡμῶν τε καὶ τῶν ἀλόγων, ἀλλ' οὖν οὐ κατὰ πάντα ἀλλήλων διῃρήμεθα· ἀλλ' ἔχομεν καὶ πρὸς τὰς λογικὰς δυνάμεις τινὰ κοινωνίαν, πρὸς μὲν τὰ φαινόμενα διὰ τοῦ σώματος, πρὸς δὲ τὰς ἄνω δυνάμεις διὰ τῆς ψυχῆς. καὶ μεθ' ἕτερα· καὶ διὰ μὲν τῶν ἀνθρώπων τὸ λογικὸν μηνύουσι, διὰ δὲ τοῦ λέοντος καὶ τοῦ μόσχου, ὡς καὶ ἡμέρων καὶ ἀγρίων δεσπότης ἐστὶν ὁ θεός, πάντα πρὸς τὸ λυσιτελοῦν ἐξ ἀρχῆς πεποιηκώς· τὸ δὲ τοῦ ἀετοῦ, ὁμοῦ τὴν τῶν νηκτῶν καὶ πετεινῶν φύσιν σημαίνει, ἐπείπερ ἐκ τῶν ὑδάτων ἑκατέρων τοὐτων φύσις γεγένηται· καὶ ὥσπερ οἱ Ῥωμαῖοι τὰς βασιλικὰς εἰκόνας γράφοντες, τούς τε δορυφόρους παριστῶσι, καὶ τὰ ἔθνη ὑποτεταγμένα ποιοῦσι, τὸν ὅμοιον τρόπον κᾀνταῦθα, ἐπειδὴ ὡς βασιλέα διὰ τῆς ὀπτασίας σχηματίζει τὸν θεὸν ὡς ἐπὶ θρόνου ὀχούμενον, πάντων τῶν ἐπὶ γῆς δείκνυσι τὰς εἰκόνας, τῷ τε σχήματι τὸ πρέπον ἀποδιδούς, καὶ τὴν κατὰ πάντα τοῦ θεοῦ διδάσκων δεσποτείαν.

1.10 (κη) Origen [= 1.10 pt. 2]:

Τινὲς δὲ καὶ ἐξηγήσαντο τὰ ζῶα εἰς τὸ τετραπέρατον· τὰ πρόσωπα εἰς τὰ στοιχεῖα, ἐξ ὧν συνέστηκε τόδε τὸ πᾶν. Τοῦτο δὲ παχυμερές.

1.10 (κη) Apollinaris [Mai 82]:

δηλοῖ δὲ πάλιν καὶ τὸ λογικὸν ἐν τούτῳ καὶ τὸ ἰσχυρόν, καὶ τὸ εἰς ἡμᾶς εὐποιητικόν, μετὰ τοῦ κατάγεσθαι, μήτε ταπεινοῦσθαι τῇ τῶν ταπεινῶν προνοίᾳ, ἀλλ' ὑψηλὸν εἶναι καὶ οὐράνιον.

1.11 (κθ) Apollinaris [Mai 82]:

αἱ γὰρ πρὸς θεὸν ἀνατάσεις, καὶ ἡ ἐν αὐταῖς ἐπιφαινομένη κουφότης οὐρανοπόρος· οὐδαμοῦ γὰρ γυμναὶ τῆς οὐρανίου φρονήσεως φαίνονται, οὐδὲ ἀπρεπεῖς διὰ γυμνότητα καθάπερ ἄνθρωποι, τὰ πρὸς θεὸν ἐν ἐκστάσει μεγαλυνόμενοι τὰ κατ' αὐτοὺς ἐν πράξεσι ταπεινοῦνται.

1.11 (κθ) Severus ἀπὸ λόγου ϟ' [Mai 738]:

καὶ πλήθει πτερύγων μετεωριζόμενα [πετεωριζόμενα O], κᾀντεῦθεν τὸ ὀξὺ δηλοῦντα [? O] καὶ ἐλαφρὸν καὶ ἀνωφερὲς καὶ εὐκίνητον· διὰ γὰρ τῶν σωματικῶν τούτων ὄψεων ἢ ἐμφάσεων, ὡς δι' αἰνιγμάτων τὴν τῶν ἀσωμάτων [om τ. τ. α. Mai] δρεπόμεθα κατανόησιν, καὶ οὕτως ἔχοντα φύσεώς τε καὶ τάξεως.

1.11 (λ) Origen [= 1.10 pt. 3]:

Οὕτως οὖν ἐλαύνεται πάντα ὑπὸ τοῦ λόγου τοῦ θεοῦ, τοῦ φέροντος ἐν ἑαυτῷ τὸν πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐν φύσει, οὐχὶ ἐν ὑποστάσει. Ἐλαύνεται οὖν, ἤτοι κυβερνᾶται τὰ ὑπερουράνια, τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια, καὶ τὰ καταχθόνια.

1.12 (λα) Apollinaris [ΝΟΤ ΙΝ ΜΑΙ]:

ἡ κατὰ πνεῦμα γὰρ τοῦ θεοῦ κίνησις ἀμετάστροφος ἀμετάγνωστος.

1.14 (%) Anonymous:

ἀστραπῆς ἀκτίνων.

[This is identified as Symmachus' translation elsewhere; cf. Ziegler.]

1.15 (λδ) Origen [= 1.15 pt. 1]:

Τροχός ἐστιν ὁ κόσμος οὗτος, ἡ γένεσις αὕτη. Ἡμεῖς οἱ ἄνθρωποι εἰς τὸν τροχόν ἐσμεν, ὑπὸ γέννησιν ὄντες. [Ἢ τροχὸς, ὁ τοῦ ἐνιαυτοῦ κύκλος.]

[O does not include the last sentence printed by Pitra, which does however parallel closely the beginning of the ἄλλος-comment that appears in O immediately following the one attributed to Origen; a version of it has probably become attached to the Origen comment by accident.]

1.16 (÷) Anonymous:

ακυ(λας) χρυσολίθου : συμμαχ(ος) : ὑακίνθου· κατασκοπή χαρᾶς [κασκοπή χαράς O].

[For Aquila and Symmachus, cf. Ziegler; the last phrase is a supposed etymology of tharseis, for which cf. the Onomasticum of Origen on Ez. 38.13 and elsewhere -- Jerome (on Ez. 27.33, Is. 23.2) renders it as exploratio gaudii.]

1.16 (λθ) Apollinaris [Mai 82]:

τὴν ἐν κύκλῳ τῶν πραγμάτων περιφορὰν σημαίνει, τὴν ἐν ἀρχῇ καὶ ἐπιδόσει καὶ τέλει· καὶ κρίσει τε [τὰς Mai] καὶ ἐλέῳ τῷ παρὰ θεοῦ κυκλοῦν διαδοχὴν ἐξειλίττουσιν· κίνησις [κίνησεις Mai] δὲ ἰδία τοῦ τροχοῦ κατὰ πνεύματος ἐνέργειαν, ὅτι τὰ πράγματα περιάγεται ῥᾳδίως καὶ οὐ βίᾳ, ἀλλ' οὖν ἀκολουθητικὴν [ἀκολούθητι κατὰ Mai] περιαγωγὴν πρὸς τὸ τοῦ ἁγίου πνεύματος βούλημα, καὶ πάλιν διὰ τὰς ἐν πολλοῖς γένεσι καὶ χρόνοις ἐγκυκλίους περιαγωγὰς τῶν πραγμάτων.

[Text still somewhat corrupt, it seems.]

1.17 (μα) Apollinaris [Mai 82]:

ἐπαναλαμβάνεται τοῦτο διὰ τὸ δοκεῖν μὴ εἰς τοὔμπροσθεν ὁδεύειν τὰ πράγματα, ὅσον ἐπὶ [om Mai] τῇ τοῦ κόσμου μεταστροφῇ καὶ φθορᾷ.

[The phrase is "repeated," that is, from vss. 9 and 12.]

1.23 (νε) Severus ἀπὸ λόγου ϟ' [Mai 738]:

καὶ τὰ πρόσωπα συγκαλύπτοντα, μή πως ὅλῃ [ὅλη O Mai] θέᾳ προσλαβόντα τῷ ὑπερβάλλοντι [ὑπερβαλλόντι O] καὶ μὴ ἐνεγκόντα, καὶ τὸ μέτριον ἀπολέσει τῆς εἰς αύτὰ κατιούσης ἐλλάμψεως [ἐλάμψεως O]· εἰς τοσοῦτον αὐτοῖς [αὐτῶν Mai] ἐστὶ θεατόν, ὅσον ἂν ἰδεῖν δυνηθείη πρόσωπον κατακαλυπτόμενον πτέρυξιν· τοῦτο δὲ κέντρον τι [τί O Mai] φωτὸς μικρὸν ὑποφαίνει καὶ ἀμυδρώτατον.

1.26 (ξδ) Origen [= 1.26]:

Ἡμεῖς ὁμοίωμα [+ἓν O] τῶν τεσσάρων ζώων ἐσμέν. Ζήτει δὲ τίνα τὰ τρία. Ὁ ἡνίοχος τῶν τεσσάρων τούτων ζώων οὐχ ὅλος ἦν πῦρ, ἀλλ’ ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, καὶ ἀπὸ ὀσφύος καὶ ἕως ἄνω ἤλεκτρον. Οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ’ ἔχει καὶ δι’ ὧν ἀναπαύει. Κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων. Οὐ γὰρ εἶδε πῦρ περὶ τὴν κεφαλὴν, οὐδὲ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ ἄνω ἡνίοχος πῦρ ἦν, ἀλλὰ ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω πῦρ ἦν, ἵνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες, οὗτοι δέονται πυρός· ὀσφὺς γὰρ γεννήσεως σύμβολον. Οὐ μόνον δὲ τοὺς ὑπὸ γέννησιν ἐδήλωσε τὸ "ἀπὸ ὀσφύος ἕως κάτω," ἀλλὰ καὶ πάντας τοὺς ὄντας κάτω καὶ τῇ ὕλῃ προσπαθοῦντας. Γένεσις γὰρ καὶ φθορὰ ἐν τῇ ὕλῃ ἐστί. Ἤλεκτρον δέ ἐστι τὸ ἐκ χρυσίου καὶ ἀργυρίου χύμα, ὡς τῶν τιμιωτάτων τούτων τῆς ὕλης συμβόλων ὄντων τῶν τιμίων καὶ ἄνω ταγμάτων τῶν ἁγίων δυνάμεων.

1.27 (ξς) Basil of Caesarea [(dub.) Enarr. in proph. Is. proem §3]:

Οὐ γὰρ ἔξωθέν τι ὑποκείμενον ἦν … οὐδὲ ἀνθρωποειδὴς ὁ [om O] ἠλέκτρινος μὲν τὰ ἀπὸ ὀσφύος [ὀσφύως] ἄνω, πύρινος [πυρινὸς Trevisan (TLG)] δὲ [+ τὰ O] ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, ὁ παρὰ τῷ Ἰεζεκιήλ. Ἀλλ’ ὁ μὲν [om O] νοῦς αὐτῶν, δυνάμει κρείττονι, ἐν θεωρίᾳ τούτων ἐγένετο [ἐγίνετο ? O], δι’ αἰνιγμάτων τοῦ Πνεύματος τὴν θείαν φύσιν παραδεικνύντος.