OTHERS

(Anonymous = "John Drungarius") [ed. Faulhaber 192-6, with parallel prologues to the other major prophets]:

Χρὴ τὸν ἐντυγχάνοντα τῇδε τῇ βίβλῳ γινώσκειν, ὅτι πολλὰ ἐπιζητήσας ὑπομνήματα τῶν ἁγίων πατέρων εἰς τὸν θεσπέσιον προφήτην Ἰεζεκιὴλ εἰρημένα εὑρεῖν οὐκ ἠδυνήθην ἢ μόνον ἔν τισι λόγοις αὐτῶν ὡς ἐν παραδρομῇ τινων ῥητῶν μνησθέντων καὶ ἑρμηνευσάντων· Θεοδωρίτου τε καὶ Πολυχρονίου τῶν αἱρετικῶν εὗρον οὐ μὴν ἀλλὰ καὶ Ὠριγένους, ἃ καὶ ἐνέθηκα τῇδε τῇ βίβλῳ. Εὗρον δὲ καὶ ἑτέρας παραγραφὰς μηδαμῶς φερούσας τοῦ συγγραψαμένου τὴν ἐπωνυμίαν, ἃς καὶ παρέθηκα ἐπιθήσας ταῖς αὐταῖς παραγραφαῖς τὸ "ἄλλος."

Μηδεὶς δὲ καταμεμφέσθω ὡς αἱρετικῶν χρήσεις ἤγουν παραγραφὰς συναγαγόντι. Καὶ γὰρ οὐκ αὐτονόμως τοῦτο ἔπραξα, ἀλλ' ἀκολουθήσας τῷ ἁγιωτάτῳ ἡμῶν πατρὶ τῷ τῆς Ἀλεξάνδρου φιλοχρίστου πόλεως ἀρχιεπισκόπῳ Κυρίλλῳ φήσαντι ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ· Οὐ πάντα, ὅσα λέγουσιν οἱ αἱρετικοὶ, φεύγειν καὶ παραιτεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὧν καὶ ἡμεῖς ὁμολογοῦμεν.

Καὶ τοῦτο δὲ ἀναγκαῖον ᾠήθην εἰπεῖν, ὅτι οὐ πάντες οἱ ἑρμηνευταὶ τὴν αὐτὴν τάξιν ἐν τῷ ἐξηγεῖσθαι ἐφύλαξαν, ἀλλ' ὁ μὲν πλείονος μέρους λαβόμενος τοῦ ἐδάφους, ὁ δὲ ἥττονος τὴν ἑρμηνείαν ἐπήγαγεν, ὅθεν καὶ ὁ ἐπικείμενος ἀριθμὸς δοκεῖ ἐγκόπτειν τὸν τὸ ἔδαφος ἀναγινώσκοντα καὶ μὴ συγχωρεῖν περαιτέρω τούτου προβαίνειν.

Χρὴ οὖν τὸν ἐντυγχάνοντα ἕνα καὶ δεύτερον καὶ τρίτον ἀριθμὸν ἀναγινώσκειν τοῦ ἐδάφους τῆς θείας γραφῆς καὶ οὕτω τὴν ἑρμηνείαν διέρχεσθαι· βλάβη γὰρ ἐκ τούτου οὐδεμία γενήσεται, τοὐναντίον δὲ καὶ ὠφελεία τῶν νοημάτων ἀκριβέστερον τῆς ἁγίας γραφῆς τῇ διανοίᾳ ἐκτιθεμένων καὶ οὕτως ἐν τάξει τῆς ἑρμηνείας ἐγγιγνομένης.