"ALLOS"

34.1 (ιγ): εἰρηκὼς τὰ περὶ τῆς ἀπωλείας τοῦ Ἰσραὴλ, διδάσκει καὶ πόθεν αὐτοῖς τοῦτο ἐγένετο· ἠ* ἔσται καὶ πόθεν ἢ ἐκ τοῦ τοὺς ποιμένας μηδεμίαν τῆς ποίμνης ποιεῖσθαι τὴν φειδώ· διὸ καὶ ἀπειλεῖν ὁρίζει τῆς ἐκπτώσεως αὐτοῖς· ἀναστήσειν τε (?) αὐτοῖς καλὸν ποιμένα ὁρίζεται· οὗτος δέ ἐστι κατὰ μὲν τὸ πρόχειρον ὁ Ζοροβάβελ, κατὰ δὲ τὸ ἀληθέστερον ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὃς καὶ πᾶσαν ἀσθένειαν ἰάσατο· καὶ πλάνην ἀπέστρεψεν· ἰστέον δὲ ὡς τὰ κατηγορούμενα μερικῶς μὲν εἰς τοὺς περὶ Ἀνανίαν ἀναφέρεται, σχεδὸν δὲ ἐν τῷ καθόλου ἐπὶ τοὺς γραμματεῖς καὶ Φαρισαίους τοὺς ἐπὶ τῆς τοῦ κυρίου παρουσίας· οὗτοι γὰρ ἦσαν οἱ καθάπαξ τὴν ἀγέλην διαφθείραντες· ἔθος δὲ τοῖς προφήταις ἀπὸ τῶν μερικῶν ἀεὶ ἐπὶ τὰ καθόλου μεταφέρειν τὸν λόγον· διὸ ὡς ἀπὸ τοῦ Ζοροβάβελ ποιμένος γενομένου χρηστοῦ ἐπὶ τὸν μέγαν ἀρχιποιμένα ἀνακτέον [ἀνακταῖον O] τὸν λόγον.

34.5 (ιη): διὰ γὰρ τὴν τῶν ποιμένων ἀφροσύνην ἤτοι κακίαν κατῄσχυσαν αὐτῶν οἱ πονηροὶ δαίμονες.

34.12 (κβ): παραβολικῶς [παραβολικός?] ὁ λόγος· ἔστι δὲ οὗτος οὐ ποιμένες σκότους περὶ τὸν ἀέρα γιγνομένου ταχὺ μάλιστα συνάγουσιν ἐν τοῖς σηκοῖς τὰ πρόβατα, εἰδότες ὡς τότε μάλιστα ἰσχύει κατ' αὐτῶν τῶν λύκων ἡ ἔφοδος.

34.13 (κδ): τὸ πλῆθος καὶ τὴν εὐθηνίαν τὴν μετὰ τὴν αἰχμαλωσίαν σημαίνει, ὡς πάντα αὐτῶν τόπων [τόπον?] ἀποπληρούντων τῆς χώρας.

34.14 (κς): ἰδοὺ σαφῶς καὶ τὸν θεῖον αὐτοῖς ναὸν οἰκοδομεῖν κατεπαγγέλλεται· ἢ καὶ κατὰ διάνοιαν ὄρος ὀνομάζει [ὠνομάζει O] τὴν ἐκκλησίαν. αὐτὴ γὰρ ἀληθῶς ἔστιν ὑψηλή, ἐν ᾖ [ῆ O] τὰ Χριστοῦ νέμεται [νέμετε O] πρόβατα, τῆς νοητῆς λυτρωθέντα δουλείας.

34.14 ([κη]): ἀπολαύουσι γάρ φησι τῶν πνευματικῶν χαρισμάτων· τούτων δὴ λέγω ὧν καὶ τὴν ἀφήγησιν πεποίηται ὁ ἀπόστολος λέγων σαφῶς· ᾦ μὲν δίδοται διὰ τοῦ [τοῦτ O] πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ προφητεία· καὶ ὁ κατάλογος τῶν ἑτέρων χαρισμάτων.

34.15 (κθ): αὐτὸς γὰρ ἠμῖν γέγονε ποιμὴν καλός.

34.18 (λς): ὡς πρὸς αὐτοὺς πάλιν τοὺς πάλαι τῶν προβάτων ἄρχοντας ὁ λόγος, ἀπειλῆς ὥσπερ πνέων· τοῦτο γὰρ σημαίνει τὸ ἐλεγκτικὸν σχῆμα τοῦ λόγου· παραδειγματικὸς δὲ ὁ λόγος· οὐ χρὴ δὲ διὰ τῶν παραδειγμάτων πάντα λεπτολογεῖν ἀκριβῶς, ἐπεὶ πῶς ἔτι παράδειγμα τυγχάνει;

34.22 (μ): ἀποστήσω τοὺς κατὰ νόμον ἄρχοντας· γραμματέας φημὶ καὶ Φαρισαίους καὶ νομικούς· δέδωκε δὲ αὐτοῖς τοῖς προβάτοις ἅ ἐστιν ἡ ἐκκλησία τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς καὶ τοὺς ἡγουμένους τῶν ἐκκλησίων.

34.24 (μβ): διὰ τοῦτο ὁ κύριος ἔλεγεν· πάτερ ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις ἐπὶ τῆς γῆς.

34.24 (μγ): γέγονε γὰρ ἡμῶν βασιλεὺς ὁ Χριστός, καίτοι καθὸ θεὸς τοῦτο ὢν, ὅτι πάντα τὰ ἔθνη εἰς κληρονομίαν ἐδέξαντο [corr. to ἐδέξατο] παρὰ τοῦ πατρός.

34.27 (μθ): τὸν Σατανικόν φησιν· ἐπέκειτο γὰρ ἡμῶν τῷ τραχήλῳ οἷά τις βαρὺς δυσαχθὴς ζυγὸς καὶ δὴ καὶ κλοιὸς σιδηροῦς.

34.28 (ν): τοῖς νοητοῖς δηλονότι ἐχθροῖς.

34.28 (να): ἐπειδὴ τὰς ἄνω ἀποκληρώσομαι μονάς.

34.29 (νγ): καὶ ποῖον τοῦτο ἢ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὸ ἄνθος τὸ ἀναβλαστῆσαν ἐκ τῆς ρίζης Ἰεσσαὶ κατὰ τὴν Ἡσαΐου φωνήν;

34.29 (νς): οὐ γὰρ ἐξουσιάζουσιν ἡμῶν τῶν πονηρῶν δαιμόνων τὰ ἔθνη, ὡς καὶ λέγειν ἡμῖν κατὰ τὸ [τῷ O] ἐν ἑτέρῳ προφήτῃ εἰρημένον, ποῦ κύριος ὁ θεός σου;

34.29 [?] (νζ): ἔγνωμεν γὰρ αὐτὸν ἀγαθὸν ὄντα δεσπότην τὸν λυτρωσάμενον μὲν τῶν πονηρῶν καὶ ἐπιβούλων δαιμόνων, εἰσαγαγόντα δὲ εἰς τὴν πλουσίαν αὐτοῦ τῶν χαρισμάτων διανομήν.