"ALLOS"

1.1 (δ):

τὰς φοβερὰς ὁράσεις διὰ δύο αἰτίας ὁ προφήτης εἶδεν· πρῶτον μὲν φοβηθέντα αὐτὸν ἀπελθεῖν καὶ ἀπαγγεῖλαι τῷ Ἰσραὴλ ἅπερ ἂν αὐτῷ προστάττει ὁ θεός· καὶ μείζονα ποιήσας τὸν φόβον τοῦ ὁρωμένου ἧς εἶχε διὰ τὸν ὠμότητα τοῦ Ἰσραὴλ δειλίας· δεύτερον δὲ ἐπειδὴ πάντα παρανομοῦντες Ἰουδαῖοι, καὶ οὐδὲν οὔτε λόγῳ οὔτε ἔργῳ τῶν ἀτόπων παραιτούμενοι καὶ τῶν ὅτι μάλιστα εἰς ὀργὴν ἐκκαλουμένων θεόν· τοῦτο καὶ ἠπατῶντο μόνον τὸ ἐνοικεῖν τὸν θεὸν ἐν τῷ θείῳ ναῷ· καὶ διὰ τοῦτο μηδὲν ὁτιοῦν πείσεσθαι, καὶ τῆς ἐσχάτης ἀντείχοιντο κακίας ὑπελάμβανον· τούτου χάριν δείκνυται ἐν οὐρανῷ τῷ προφήτῃ θεὸς ὑπὸ τῶν χερουβίμ, καὶ πάσης τῆς νοητῆς ἐκείνης κτίσεως δορυφορούμενος, ἵνα τὸ μέγα τῶν Ἰουδαίων καταβάλληται φρόνημα· μέγα γὰρ ἐφρόνουν ἐπὶ τὸ θυσίας αὐτῷ προσφέρειν ἐν τῷ ναῷ.

1.4 (ιγ):

ἡ νεφέλη τύπον ἔχει ὀχήματος· τὸ δὲ φέγγος οἱονεὶ [[οἱονεὶ]] οἶκόν [?] τινα αὐτοῦ παρεδείκνυεν κατὰ τὸ φῶς οἰκῶν ἀπρόσιτον· τὸ δὲ πῦρ τῶν ἁμαρτανόντων εἰς κατάπληξιν· διὰ δὲ τῶν τεσσάρων ζώων τὰς ἀοράτους σημαίνει δυνάμεις, οἷον ἀρχὰς ἐξουσίας δυνάμεις κυριότητας· διὰ δὲ τῶν τεσσάρων μορφῶν πᾶσαν ἡμῖν κατασημαίνει φύσιν, ἧς ἄρχει θεὸς ὁρατῶν τε καὶ ἀοράτων· διὰ μὲν τοῦ ἀνθρώπου τὴν λογικὴν κτίσιν πᾶσαν μανθάνομεν λατρεύουσαν τῷ θεῷ· διὰ δὲ τοῦ λέοντος καὶ τοῦ [καὶ τοῦ] μόσχου, πάσης αὐτὸν φύσεως κτηνῶν τε καὶ ἀγρίων ζῴων ἄρχειν δεδιδάγμεθα· διὰ δὲ τοῦ ἀετοῦ τῶν τε ἐνύδρων καὶ πετεινῶν, ἐξ ὑδάτων γὰρ ἀμφότερα· τὸ δὲ εἶναι τὰ σκέλη ὀρθὰ τὸ μετὰ φόβου αὐτὰ ἵστασθαι δηλοῖ· τὸ δὲ τοὺς πόδας πτερωτοὺς εἶναι, τὸ ταχὺ τῆς λειτουργίας σημαίνει· ὁ δὲ ἐξαστράπτων χαλκὸς τὴν ἐν αὐτοῖς ἐνέργειαν τοῦ θεοῦ γνωρίζει· τὸ δὲ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν, τὴν ἐν αὐτοῖς ἐπικουρίαν καὶ διακατοχὴν καὶ ἀνακουφισμὸν τοῦ θεοῦ σημαίνει· τῶν δὲ πτερύγων ἡ ἔκτασις τὴν ὑπηρεσίαν δηλοῖ, τὸ δὲ μὴ ἐπιστρέφειν ἐν τῷ βαδίζειν τὸ ἀμετάβλητον ἐπὶ λειτουργίαν· τὸ δὲ ἕκαστον κατέναντι τοῦ προσώπου αὐτῶν πορεύεσθαι, τὸ συμφώνῳ γνώμῃ τελεῖν ἅπαντα· τὸ δὲ καλύπτειν ταῖς πτέρυξιν τὸ σῶμα αὐτῶν, τὸν φόβον ἐμφαίνει τῶν ἀοράτων δυνάμεων· οὐ γὰρ ὡς ἰσχύουσαι μεγάλα ἐφρόνουν, ἀλλὰ τήν τε εἰς αὐτὰς χάριν τοῦ θεοῦ εἰδυῖαι· μετὰ φόβου τε ὁμοῦ καὶ ἡδονῆς τὴν λειτουργίαν ἐπλήρουν· τὸ δὲ ἕκαστον κατὰ πρόσωπον αὐτοῦ πορεύεσθαι δηλοῖ τὸ εἴκειν τοῖς προσταττομένοις.

1.9 (κς):

τουτέστιν οὐδὲν ἕτερον ἔβλεπον εἰ μὴ πρὸς τὸ νεῦμα τοῦ καθημένου.

1.13 (λγ):

τὰ ζῶα οἱ ἄνθρακες τῆς τιμωρίας τῆς ἐπενεχθησομένης ἁμαρτάνοντι τῷ Ἰστραὴλ ἧς ὑποτύπωσις.

[1.14?] (λγ):

τὰ ζῶα ἀντὶ τοῦ φωτὸς τοῦ ἐκ τῶν ζώων τέθηκεν· ὡσεὶ σαφέστερον ἔλεγεν· ἀνέκαμπτεν τὸ φῶς. Τὸ δὲ ἀνέκαμπτεν, ἀντὶ τοῦ φαινόμενον εἰς αὐτὸ αὖθις συνεστρέφετο· πρὸς γὰρ φόβον μόνον τότε ἐφαίνετο, οὐ πρὸς τιμωρίαν. Τὸ δὲ βεζὲκ ἀστραπὴν σημαίνει· βούλεται δὲ εἰπεῖν ὅτι οὕτως ὀξεῖα ἦν τοῦ δεικνυμένου φωτὸς ἡ διαδρομή, ὡς μηδὲν διαλλάττειν ἀστραπῆς.

1.14 (λδ):

τροχόν φησι τοῦ ἐνιαυτοῦ τὸν κύκλον, καθ' ὃν ἀποτελεῖται τῶν ὡρῶν περίοδος· δείκνυσι δὲ ἡμῖν ὁ λόγος ὡς οὐ μόνον τῶν ἄνω πρόνοιαν ποιεῖται ὁ θεὸς ἀλλὰ γὰρ καὶ τῶν ἐπὶ γῆς.

1.14 (λε):

ἵνα εἴπῃ, ἑκάστου ζώου τροχὸς εἷς ἀπήρτητο ἄχρι τῆς γῆς. τὸ δὲ ἐχόμενος ἔφη, ἵνα τῶν ἀγγέλων τὴν πρὸς τοὺς ἀνθρώπους ἐπιστασίαν σημάνῃ.

1.16 (λς):

τὸ θαρσεῖς χρυσόλιθόν φησιν ὑάκινθον· σημαίνεται δὲ τὸ παράδοξον τῆς θεωρίας.

1.16 (λη):

τροχὸς ἐπὶ τροχῷ δηλοῖ ὅτι ἐν ἀλλήλαις αἱ ὥραι δείκνυνται· καὶ ἑτέρα τῆς ἑτέρας εἴρηται.

[Note aberrant Biblical text: ἐπὶ rather than ἐν.]

1.17 (μ):

πανταχόθεν αὐτὰ βαδίζοντα ἑώρων φησίν, ἵνα εἴπῃ ὅτι μετὰ πάσης συμφωνίας ἐπλήρουν τὸ προκείμενον.

1.17 (μα):

μετὰ πάσης φησὶ συντονίας ἐπλήρουν τὸ προκείμενον.

1.17 (μβ):

ἀπὸ κοινοῦ τὸ ἐπέστρεφον. Βούλεται δὲ δεῖξαι τὸ παράδοξον τῆς φύσεως τῶν ὁρωμένων, ἵνα εἴπῃ ὅτι οὐχ ὡς ἄνθρωπος μετὰ πόνου τὴν πορείαν ἐποιοῦντο καὶ τὸ ἔργον ἐτέλουν.

1.18 (μδ):

οὐχ ὡς ἄνθρωποί, φησί, τὰ μὲν ὁρῶσι, τὰ δὲ οὐχ ὁρῶσιν, ἀλλὰ πάντα αὐτοῖς ὁρατὰ ἦν· δηλοῦται δὲ διὰ τούτων τὸ νοερὸν τῆς φύσεως τῆς οὐρανίου δυνάμεως.

1.18 (μς):

ἐφεστώτων τῶν ἀγγέλων καὶ ἐνεργούντων, φησίν, ἥ τε τῶν κύκλῳ περίοδος ἐξελίττεται καὶ τῶν ὡρῶν ἡ κατάστασις πληροῦται.

1.20 (μθ):

ἵνα δείξῃ τὴν ἐξουσίαν τοῦ ἐπικαθημένου ἣν καὶ σημαίνει διὰ τῆς νεφέλης. Λέγει ὡς τὸ πνεῦμα ἠκολούθει ὅπου ἂν ἡ νεφέλη ἤθελεν· τουτέστιν ὁ ἐπικαθήμενος· πρὸς γὰρ τὸ νεῦμα τοῦ βασιλεώς καὶ θεοῦ τὴν λειτουργίαν ἀποπληροῦσιν αἱ νοεραὶ δυνάμεις.

1.20 (ν):

τοῦτο δέ φησιν ἵνα μὴ τῆς τῶν ἀγγέλων γνώμης τὸ πᾶν ἠρτῆσθαι νομίσωμεν· τούτου τε χάριν φησὶν ὡς κελευομένων ἐπὶ τῆς τοῦ ἐπικαθημένου ἐξουσίας τῶν ζώων ἡ πορεία ἐγένετο δηλονότι καὶ τῶν τροχῶν.

1.20 (να):

ἀντὶ τοῦ ὥσπερ ἔμψυχοί τινες, οὕτω καὶ τὸν δρόμον καὶ τὸν κύκλον ἐποιοῦντο, ἵνα δηλώσῃ καὶ τὴν ἐν τοῖς ὁρωμένοις εὐταξίαν καὶ τὸ αἴσθησιν ἔχειν· τὰς ὥρας δὲ τῆς τοῦ δημιουργοῦ μεγαλειόητος ἀμέλει καὶ θάλασσα τοὺς οἰκείους φυλάττει ὅρους, καὶ τὸν ἐξ ἀρχῆς τεχθέντα ὅρον οὐ παραβαίνει.

1.22 (νβ):

τὴν ἀξιοπιστίαν βούλεται δηλῶσαι τοῦ καθημένου.

1.24 (νς):

φωνὴν τῶν πτερύγων φησὶ τὸν ἀλαλαγμόν.

1.24 (νζ):

ὡς ἦχός τις ἀπετελεῖτο μέγας ἐν τῷ πορεύεσθαι τὰ ζῶα ἐώκει ὑδάτων πλήθει ῥαγδαίως ἐπιφερομένων· θαυμαστὴ δέ τις ἐώκει εἶναι, καὶ τῆς ἀνθρωπίνης συνηθείας μείζων, ὡσανεὶ αὐτοῦ τοῦ θεοῦ διαλεγομένου.

1.24 (νθ):

οὐκ ἀεί φησι τὸν ἦχον ἐπετέλουν, ἀλλ' ἔστιν ὅτε καὶ στάσιν τινὰ ἐπεδείκνυντο, ἵνα εἴπῃ ὅτι καὶ ὕμνουν κατὰ τὸ προσῆκον καὶ ἵσταντο μετὰ φόβου, ἑκάτερον ποιοῦντες μετὰ πόθου.

1.25 (ξ):

ἔπραττόν φησι τὸν ὕμνον κατὰ πρόσωπον τοῦ ἐπικαθημένου φησὶν ἡσύχαζον δὲ ἡνίκα τρόπον τινὰ νομοθετοῦντος τοῦ φαινομένου ἀκούειν ἔδει.

1.26 (ξα):

οὐχ ἁπλῶς θρόνον ἔφη ἑωρακέναι, ἀλλὰ τοῦ στερεώματος ἐπάνω, ἵνα τὴν βασιλικὴν ἀξίαν κατασημάνῃ, καὶ θρόνον οὐχ ἁπλῶς ἀλλὰ σάπφειρον, τῷ τιμίῳ τῆς ὕλης τὸ ἀξιόπιστον παριστάς.

1.27 (ξζ):

τὸ διάφορον τῶν ὑλῶν καὶ τὸ ἐξηλ<λ>αγμένον τῆς ὄψεως τὸ ἀνέφικτον ἡμῖν τῆς φύσεως δίδωσιν ἐννοεῖν· ἠλέκτρῳ μὲν τὰ ἄνω ἐώκει τὸ καθαρὸν δηλοῦντα τὰς φύσεως, πυρὶ δὲ τὰ κάτω τὴν τιμωρίαν τῶν κολαζομένων σημαίνοντα.

1.27 (ξη):

ἐπειδὴ τὸν θρόνον εἶδεν σάπφειρον [σάμφειρον cod.], πῦρ δὲ ἐν τῷ καθημένῳ ἐδόκει [ἐδόκοι cod.(?)] φησὶν ἀντιλάμπειν ἀπὸ τῆς αὐγῆς τοῦ φαινομένου, καὶ ἐοικέναι τόξῳ νεφέλης· τοιοῦτον γάρ πως κἀκεῖνο.